Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.26 Dem. 23.29 (English) >>Dem. 23.32

23.28καὶ λαβοῦσιν ἐκείνοις ἐξέσται στρεβλοῦν, αἰκίσασθαι, χρήματα πράξασθαι. καίτοι πάντα ταῦτʼ ἀπείρηκεν ἄντικρυς καὶ σαφῶς κάτωθεν νόμος μηδὲ τοὺς ἑαλωκότας καὶ δεδογμένους ἀνδροφόνους ἐξεῖναι ποιεῖν. λέγε δʼ αὐτοῖς αὐτὸν τὸν νόμον τὸν μετὰ ταῦτα.Νόμος

τοὺς δʼ ἀνδροφόνους ἐξεῖναι ἀποκτείνειν ἐν τῇ ἡμεδαπῇ καὶ ἀπάγειν, ὡς ἐν τῷ <αʹ> ἄξονι ἀγορεύει, λυμαίνεσθαι δὲ μή, μηδὲ ἀποινᾶν, διπλοῦν ὀφείλειν ὅσον ἂν καταβλάψῃ. εἰσφέρειν δʼ <ς> τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι, τῷ βουλομένῳ. τὴν δʼ ἡλιαίαν διαγιγνώσκειν.

23.29ἠκούσατε μὲν τοῦ νόμου, σκέψασθε δʼ, ἄνδρες Ἀθηναῖοι, καὶ θεωρήσατε ὡς καλῶς καὶ σφόδρʼ εὐσεβῶς ἔθηκε τιθεὶς τὸν νόμον. “τοὺς ἀνδροφόνουςφησίν. πρῶτον μὲν δὴ τοῦτον ἀνδροφόνον λέγει, τὸν ἑαλωκότʼ ἤδη τῇ ψήφῳ. οὐ γάρ ἐστʼ οὐδεὶς ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ, πρὶν ἂν ἐξελεγχθεὶς ἁλῷ. 23.30ποῦ τοῦτο δηλοῖ; ἔν τε τῷ προτέρῳ νόμῳ καὶ τούτῳ. ἐν μὲν γὰρ ἐκείνῳ γράψαςἐάν τις ἀποκτείνῃ,” τὴν βουλὴν δικάζειν εἶπεν, ἐν δὲ τούτῳ τὸν ἀνδροφόνον προσειπών, χρὴ πάσχειν εἴρηκεν· οὗ μὲν γὰρ ἦν αἰτία τὸ πρᾶγμα, τὴν κρίσιν εἴρηκεν, οὗ δʼ ἁλοὺς ἔνοχος τῷ προσρήματι τούτῳ καθέστηκεν, τὴν τιμωρίαν ἔγραψεν. περὶ μὲν δὴ τῶν ἑαλωκότων ἂν λέγοι. λέγει δὲ τί;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.26 Dem. 23.29 (English) >>Dem. 23.32

Powered by PhiloLogic